Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.127 Joseph. AJ 3.132 (English) >>Joseph. AJ 3.137

3.130δέκα δὲ ἄλλα φάρση πηχῶν τὸ πλάτος τεσσάρων τὸ δὲ μῆκος ὀκτὼ καὶ εἴκοσι, χρυσείους ἔχοντα γιγλύμους ἐπὶ συναφῇ θηλείας τε καὶ ἄρρενος συνείλεκτο, ὡς ἓν εἶναι δοκεῖν, εἶτα ὑπερτεινόμενα τοῦ ναοῦ τό τʼ ἐφύπερθεν ἐσκίαζε καὶ τῶν τοίχων τοὺς κατὰ πλευρὰν καὶ κατόπιν ἑστῶτας ἀπὸ τῆς γῆς ὅσον πῆχυν ἀνέχοντα. 3.131ἴσαι δὲ τῷ πλάτει καὶ ἄλλαι σινδόνες μιᾷ πλείους τὸν ἀριθμὸν τὸ δὲ μῆκος ὑπερβάλλουσαι, τριακονταπήχεις γὰρ ἦσαν, ὑφασμέναι δʼ ἐκ τριχῶν ὁμοίως κατὰ λεπτουργίαν ταῖς ἐκ τῶν ἐρίων πεποιημέναι ἐτέταντο μέχρι τῆς γῆς κεχυμέναι κατὰ θύρας ἀετώματι παραπλήσιον καὶ παστάδι παρεῖχον, τοῦ ἑνδεκάτου φάρσους εἰς τοῦτο παρειλημμένου. 3.132ἄλλαι δʼ ἐπάνω τούτων ἐκ διφθερῶν κατεσκευασμέναι ὑπερῄεσαν σκέπη καὶ βοήθεια ταῖς ὑφανταῖς ἔν τε τοῖς καύμασι καὶ ὁπότε ὑετὸς εἴη γεγενημέναι. πολλὴ δʼ ἔκπληξις ἐλάμβανε τοὺς πόρρωθεν θεωμένους· τὴν γὰρ χρόαν τοῖς κατὰ τὸν οὐρανὸν συμβαίνουσιν οὐδὲν ἐδόκουν διαφέρειν. 3.133αἱ δʼ ἐκ τῆς τριχὸς καὶ τῶν διφθερῶν πεποιημέναι κατῄεσαν ὁμοίως τῷ περὶ τὰς πύλας ὑφάσματι τό τε καῦμα καὶ τὴν ἀπὸ τῶν ὄμβρων ὕβριν ἀπομαχόμεναι. καὶ μὲν σκηνὴ τοῦτον πήγνυται τὸν τρόπον. 3.134

Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων· δʼ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, δὲ κατασκευὴ τοιαύτη τις ἦν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.127 Joseph. AJ 3.132 (English) >>Joseph. AJ 3.137

Powered by PhiloLogic